Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.227 Dem. 19.230 (English) >>Dem. 19.233

19.229ὧν μηδέν, ἄνδρες Ἀθηναῖοι, πάθητε τήμερον, μηδʼ ἀφῆτε τοῦτον ὃς ὑμᾶς τηλικαῦτʼ ἠδίκηκεν. καὶ γὰρ ὡς ἀληθῶς τίς ἔσται λόγος περὶ ὑμῶν, εἰ τοῦτον ἀφήσετε; Ἀθήνηθεν ἐπρέσβευσάν τινες ὡς Φίλιππον τουτονί, Φιλοκράτης, Αἰσχίνης, Φρύνων, Δημοσθένης. τί οὖν; μὲν πρὸς τῷ μηδὲν ἐκ τῆς πρεσβείας λαβεῖν τοὺς αἰχμαλώτους ἐκ τῶν ἰδίων ἐλύσατο· δʼ ὧν τὰ τῆς πόλεως πράγματα χρημάτων ἀπέδοτο, τούτων πόρνας ἠγόραζε καὶ ἰχθῦς περιιών. 19.230καὶ μὲν τὸν υἱὸν ἔπεμψε Φιλίππῳ, πρὶν εἰς ἄνδρας ἐγγράψαι, μιαρὸς Φρύνων· δʼ οὐδὲν ἀνάξιον οὔτε τῆς πόλεως οὔθʼ αὑτοῦ διεπράξατο. καὶ μὲν χορηγῶν καὶ τριηραρχῶν ἔτι καὶ ταῦτʼ ᾤετο δεῖν ἐθελοντὴς ἀναλίσκειν, λύεσθαι, μηδένʼ ἐν συμφορᾷ τῶν πολιτῶν διʼ ἔνδειαν περιορᾶν· δὲ τοσούτου δεῖ τῶν ὑπαρχόντων τινʼ αἰχμάλωτον σῶσαι, ὥσθʼ ὅλον τόπον καὶ πλεῖν μυρίους μὲν ὁπλίτας, ὁμοῦ δὲ χιλίους ἱππέας τῶν ὑπαρχόντων συμμάχων ὅπως αἰχμάλωτοι γένωνται Φιλίππῳ, συμπαρεσκεύασεν. 19.231τί οὖν μετὰ ταῦτα; Ἀθηναῖοι λαβόντες, ᾔδεσαν μὲν γὰρ πάλαι· τί δέ; τοὺς μὲν χρήματʼ εἰληφότας καὶ δῶρα καὶ καταισχύναντας ἑαυτούς, τὴν πόλιν, τοὺς ἑαυτῶν παῖδας, ἀφεῖσαν καὶ νοῦν ἔχειν ἡγοῦντο καὶ τὴν πόλινεὐθενεῖσθαι†· τὸν δὲ κατηγοροῦντα τί; ἐμβεβροντῆσθαι, τὴν πόλιν ἀγνοεῖν, οὐκ ἔχειν ὅποι τὰ ἑαυτοῦ ῥίπτῃ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.227 Dem. 19.230 (English) >>Dem. 19.233

Powered by PhiloLogic